Ο Αρχιεπίσκοπος Αμερικής κ. Ελπιδοφόρος μαζί με κληρικούς της Αρχιεπισκοπής, συγκεντρώθηκαν χθες στο Παρεκκλήσιο του Αγίου Παύλου για να προσφέρουν προσευχές ικεσίας για την ασφάλεια όλων όσοι συνεχίζουν να πλήττονται από τα έντονα καιρικά φαινόμενα στις ακτές του Κόλπου, ιδιαίτερα από τον τυφώνα Μίλτον.
Ο Σεβασμιώτατος γονάτισε μπροστά στα ιερά λείψανα των αγίων και μαρτύρων που κατοικούν στο Παρεκκλήσιο του Αγίου Παύλου, συμπεριλαμβανομένου του Αγίου Νικολάου, το οποίο προήλθε από τον Εθνικό Ιερό Προσκυνηματικό Ναό Αγίου Νικολάου Μανχάτα, και προσευχήθηκε για την προστασία από τυφώνα και κακοκαιρία.
“Ενώ ακόμα προσπαθούμε να συλλάβουμε το μέγεθος της καταστροφής που προκάλεσε ο τυφώνας Helene, πριν λίγες μόλις ημέρες, εκατομμύρια άνθρωποι εγκαταλείπουν τα σπίτια τους, προσπαθώντας να προστατευθούν από τον τυφώνα Milton. Κλίνουμε γόνυ και προσευχόμαστε για την ασφάλειά τους, ικετεύοντας τον φιλάνθρωπο και παντελεήμονα Θεό, να «επιτιμήσει την τρικυμία της θάλασσας και τις αφύσικες ισχυρές εντάσεις των ανέμων, να καταπαύσει την καταιγίδα και να την αντικαταστήσει με γαλήνη»”, έγραψε χαρακτηριστικά στα μέσα κοινωνικής δικτύωσης ο Σεβασμιώτατος.
Η ευχή επί δυσκρασίας ανέμων και κλύδωνα θαλάσσης
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ ἐνυποστάτῳ καὶ ἀνάρχῳ σου Λόγω καὶ τῷ ζωοποιῷ καὶ ὁμοτίμῳ σου Πνεύματι ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ πάντα· ὁ θαλάσσης θέμενος ὅριον ψάμμον καὶ σταθμήσας ὄρη τε καὶ τὰς νάπας ζυγῷ· ὁ σπιθαμῇ μετρήσας οὐρανὸν καὶ δρακὶ συνέχων τὴν γῆν· ὁ μέτρα καὶ κανόνας καὶ ὅρους ἁρμονίας τε καὶ τάξεις τῇ ὁρωμένῃ καὶ αἰσθητῇ κτίσει ταύτῃ δοὺς καὶ καιρῶν ἀλλαγὰς καὶ τροπὰς ἡλίου, κράσεσι στοιχείων νεύματί σου ταύτην συνέχων ἀρρήτως καὶ πρὸς τὸ ἀπαθές τε ταὶ ἄλυπον διακυβερνῶν· αὐτός, πανάγαθε βασιλεῦ, τῇ ἐμφύτῳ καὶ συνήθει σου φιλανθρωπίᾳ καὶ ἀγαθότητι πάλιν χρησάμενος πρὸς ἡμᾶς, ἐπίσκεψαι τὰ τῶν σῶν χειρῶν ἔργα καὶ μὴ ἀποστήσῃς ἀφ᾽ ἡμῶν τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ὁ κατ᾽ εἰκόνα δημιουργήσας ἰδίαν ἀπορρήτως ἡμᾶς. Ὁ τὸν μονογενῆ σου Υἱὸν λύτρον ὑπὲρ ἡμῶν δοὺς καὶ Πνεύματος ἀπορρήτῳ κοινωνίᾳ τῆς οἰκείας Θεότητος μεταδούς, ἄφες τὸ τῶν ἁμαρτιῶν, δεόμεθα, πλῆθος τῷ ὑπερέχοντι πλήθει τῶν οἰκτίρμων σου.
Ὁ τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ καὶ τῷ Αἵματι τὴν ἁμαρτίαν ἀπαλείψας τοῦ γένους ἡμῶν, ἐπανάγαγέ σου τὴν κτίσιν πρὸς τὴν φυσικὴν ἁρμονίαν καὶ τάξιν, εἰς τὸ παρὰ φύσιν ἐλεεινῶς ἐκτραπεῖσαν διὰ τὴν παρὰ φύσιν ἀταξίαν καὶ ἀκοσμίαν τῆς ἀθέσμου καὶ φαύλης πολιτείας ἡμῶν. Δεῖξον ἡμῖν τὴν συνήθη τοῦ μεγάλου τούτου γαλήνην πελάγους καὶ τὸν ἐπικείμενον κλύδωνα καὶ τὴν ταραχὴν τοῦ ἀέρος διακόψας, ἔντειλαι τοῖς ἀνέμοις καίριον καὶ κατάλληλον πνοὴν δοῦναι. Ἐπιτίμησον τῷ κλύδωνι τῆς θαλάσσης καὶ ταῖς παρὰ φύσιν τῶν ἀνέμων κινήσεσι, στήτω πνεῦμα καταιγίδος, καὶ πρὸς γαλήνην τὰ τῆς ζάλης μετατεθήτω, ἵνα τὰ σὰ ἔργα καὶ θαυμάσια πάλιν ἴδωσιν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς· παρασκεύασον αὐτήν, φιλάνθρωπε Δέσποτα, τῇ σῇ ἀνεικάστῳ φιλανθρωπίᾳ παύσασθαι τοῦ κλύδωνος.
Ὁ τὸν μονογενῆ σου Υἱὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐδοκίᾳ σῇ καὶ συνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος καταξίωσας γενέσθαι ἄνθρωπον καὶ συμπλεῦσαι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ ἐπιτιμῆσαι τῇ λαίλαπι τῶν ἀνέμων καὶ τῆς θαλάσσης γαληνιᾶν τὰ κύματα κελεύσας· αὐτὸς καὶ νῦν πάντα ἐνάντιον ἄνεμον κοίμισον καὶ τὰ κύματα πράϋνον καὶ τὸν κλύδωνα κατάπαυσον καὶ διέγειρον τοὺς ἐπιτηδείους καὶ εὐθέτους καιροὺς καὶ ἀνέμους, κυβερνήτης καὶ βοηθὸς πανταχοῦ γινόμενος τοῖς δούλοις σου, ὁδηγῶν αὐτοὺς εἰς λιμένα σωτηρίας· οἱ γὰρ τὸ σὸν μόνον εἰδότες ὄνομα καὶ μὴ γινώσκοντες πλήν σου Θεὸν ἕτερον πρὸς τὴν σὴν βοήθειαν διαπαντὸς ἀποβλέπουσιν, εὐχαῖς καὶ πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων. Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.